Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐδέποτε· κεκράξομαι γὰρ
  2. κἂν δέῃ διʼ ἡμέρας
  3. βρεκεκεκὲξ κοὰξ κοάξ,
  4. ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
  5. βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
  1. ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
Χάρων
  1. ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
  2. ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
Διόνυσος
  1. ἔχε δὴ τὠβολώ.
  2. ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
Ξανθίας
  1. ἰαῦ.
Διόνυσος
  1. βάδιζε δεῦρο.
Ξανθίας
  1. χαῖρʼ ὦ δέσποτα.
Διόνυσος
  1. τί ἔστι τἀνταυθοῖ;
Ξανθίας
  1. σκότος καὶ βόρβορος.
Διόνυσος
  1. κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
  2. καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας
  1. σὺ δʼ οὔ;
Διόνυσος
  1. νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
  2. ἄγε δὴ τί δρῶμεν;
Ξανθίας
  1. προϊέναι βέλτιστα νῷν,
  2. ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
  3. τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
Διόνυσος
  1. ὡς οἰμώξεται.
  2. ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
  3. εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
  4. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
  5. ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
  6. λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας
  1. νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος
  1. ποῦ ποῦ ʼστιν;
Ξανθίας
  1. ἐξόπισθεν.
Διόνυσος
  1. ἐξόπισθʼ ἴθι.
Ξανθίας
  1. ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος
  1. πρόσθε νυν ἴθι.
Ξανθίας
  1. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος
  1. ποῖόν τι;
Ξανθίας
  1. δεινόν· παντοδαπὸν γοῦν γίγνεται
  2. τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
  3. ὡραιοτάτη τις.
Διόνυσος
  1. ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.
Ξανθίας
  1. ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
Διόνυσος
  1. Ἔμπουσα τοίνυν ἐστί.
Ξανθίας
  1. πυρὶ γοῦν λάμπεται
  2. ἅπαν τὸ πρόσωπον.
Διόνυσος
  1. καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας
  1. νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
  2. σάφʼ ἴσθι.
Διόνυσος
  1. ποῖ δῆτʼ ἂν τραποίμην;
Ξανθίας
  1. ποῖ δʼ ἐγώ;
Διόνυσος
  1. ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.