Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κοὰξ κοάξ,
- ἣν ἀμφὶ Νυσήιον
- Διὸς Διόνυσον ἐν
- Λίμναισιν ἰαχήσαμεν,
- ἡνίχʼ ὁ κραιπαλόκωμος
- τοῖς ἱεροῖσι Χύτροισι
- χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
- τὸν ὄρρον ὦ κοὰξ κοάξ·
- ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
- οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
- εἰκότως γʼ ὦ πολλὰ πράττων.
- ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
- καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
- προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
- ἕνεκα δόνακος, ὃν ὑπολύριον
- ἔνυδρον ἐν λίμναις τρέφω.
- βρεκεκεκὲξ κοάξ κοάξ.
- ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
- χὠ πρωκτὸς ἰδίει πάλαι,
- κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- ἀλλʼ ὦ φιλῳδὸν γένος
- παύσασθε.
- μᾶλλον μὲν οὖν
- φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις
- ἐν ἁμέραισιν
- ἡλάμεσθα διὰ κυπείρου
- καὶ φλέω, χαίροντες ᾠδῆς
- πολυκολύμβοισι μέλεσιν,
- ἢ Διὸς φεύγοντες ὄμβρον
- ἔνυδρον ἐν βυθῷ χορείαν
- αἰόλαν ἐφθεγξάμεσθα
- πομφολυγοπαφλάσμασιν.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- τουτὶ παρʼ ὑμῶν λαμβάνω.
- δεινά τἄρα πεισόμεσθα.
- δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
- εἰ διαρραγήσομαι.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
- ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
- ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
- χανδάνῃ διʼ ἡμέρας.
- βρεκεκεκὲξ κοὰξ κοάξ.
- τούτῳ γὰρ οὐ νικήσετε.
- οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
- οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ