Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λαμπάδας ἱεράς, χἄμα προπέμπετε
  2. τοῖσιν τούτου τοῦτον μέλεσιν
  3. καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός
  1. πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
  2. ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
  3. τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
  4. πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως
  5. ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
  6. κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.