Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
- καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
- δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
- σοφίᾳ κρίνω δεύτερον εἶναι.
- μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
- καὶ ψευδολόγος καὶ βωμολόχος
- μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν
- μηδʼ ἄκων ἐγκαθεδεῖται.
- φαίνετε τοίνυν ὑμεῖς τούτῳ