Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
- ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
- ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
- ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
- νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
- τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
- ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
- ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
- καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
- ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.