Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
  2. πῶς ἠλθέτην κἀκεῖσε;
Ἡρακλῆς
  1. Θησεὺς ἤγαγεν.
  2. μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
  3. δεινότατα.
Διόνυσος
  1. μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
  2. οὐ γάρ μʼ ἀποτρέψεις.
Ἡρακλῆς
  1. εἶτα βόρβορον πολὺν
  2. καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
  3. εἴ που ξένον τις ἠδίκησε πώποτε,