Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
- ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
- μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
- τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
- εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
- πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
- εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
- κρίνοις ἄν.
- αὕτη σφῷν κρίσις γενήσεται·
- αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
- μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
- ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
- ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
- τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
- ἐγώ;
- ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
- αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
- τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
- ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
- τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,