Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὰ δʼ ὄντα πίστʼ ἄπιστα.
- πῶς; οὐ μανθάνω.
- ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
- εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
- τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
- τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
- εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
- τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
- εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
- ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
- ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
- τί δαὶ σύ; τί λέγεις;
- τὴν πόλιν νῦν μοι φράσον
- πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
- πόθεν;
- μισεῖ κάκιστα.
- τοῖς πονηροῖς δʼ ἥδεται;
- οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
- πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
- ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;