Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
Διόνυσος
  1. γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;
Εὐριπίδης
  1. εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας
  2. ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
  3. ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
Διόνυσος
  1. λέγε.
Εὐριπίδης
  1. ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
  2. τὰ δʼ ὄντα πίστʼ ἄπιστα.
Διόνυσος
  1. πῶς; οὐ μανθάνω.
  2. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
Εὐριπίδης
  1. εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
  2. τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
  3. τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.
  4. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
  5. τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Διόνυσος
  1. εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
  2. ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης
  1. ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
  2. τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος
  1. τὴν πόλιν νῦν μοι φράσον
  2. πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
Διόνυσος
  1. πόθεν;
  2. μισεῖ κάκιστα.