Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
  2. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
  3. ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
  4. ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
  5. μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
  6. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
  7. γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης
  1. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διόνυσος
  1. τίνα;
  2. ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
  3. ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
Εὐριπίδης
  1. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
  2. βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
  3. καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.
Διόνυσος
  1. εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;
Αἰσχύλος
  1. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
  2. μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν,
  3. ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Διόνυσος
  1. νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·
  2. ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
  3. ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
  4. περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
Εὐριπίδης
  1. εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,