Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
  2. λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
  3. ἐς Γλύκης, ὅπως ἂν
  4. εἰσελθοῦσα φωράσω.
Διόνυσος
  1. παύσασθον ἤδη τῶν μελῶν.
Αἰσχύλος
  1. κἄμοιγʼ ἅλις.
  2. ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
  3. ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
  4. τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διόνυσος
  1. ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
  2. ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
Χορός
  1. ἐπίπονοί γʼ οἱ δεξιοί.
  2. τόδε γὰρ ἕτερον αὖ τέρας