Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κλωστῆρα ποιοῦσʼ, ὅπως
  2. κνεφαῖος εἰς ἀγορὰν
  3. φέρουσʼ ἀποδοίμαν·
  4. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  5. κουφοτάταις πτερύγων ἀκμαῖς·
  6. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  7. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  8. ἔβαλον ἔβαλον ἁ τλάμων.
  9. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  10. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  11. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  12. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
  13. τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,