Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἰνάνθας γάνος ἀμπέλου,
  2. βότρυος ἕλικα παυσίπονον.
  3. περίβαλλʼ ὦ τέκνον ὠλένας.
  4. ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τί δαί; τοῦτον ὁρᾷς;
Διόνυσος
  1. ὁρῶ.
Αἰσχύλος
  1. τοιαυτὶ μέντοι σὺ ποιῶν
  2. τολμᾷς τἀμὰ μέλη ψέγειν,
  3. ἀνὰ τὸ δωδεκαμήχανον
  4. Κυρήνης μελοποιῶν;
  5. τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
  6. τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
  7. ὦ νυκτὸς κελαινοφαὴς
  8. ὄρφνα, τίνα μοι
  9. δύστανον ὄνειρον
  10. πέμπεις ἐξ ἀφανοῦς,
  11. Ἀίδα πρόμολον,
  12. ψυχὰν ἄψυχον ἔχοντα,
  13. μελαίνας Νυκτὸς παῖδα,
  14. φρικώδη δεινὰν ὄψιν,
  15. μελανονεκυείμονα,
  16. φόνια φόνια δερκόμενον,
  17. μεγάλους ὄνυχας ἔχοντα.
  18. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
  19. κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,
  20. ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
  21. ἰὼ πόντιε δαῖμον,
  22. τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
  23. τάδε τέρα θεάσασθε.
  24. τὸν ἀλεκτρυόνα μου συναρπάσασα
  25. φρούδη Γλύκη.
  26. Νύμφαι ὀρεσσίγονοι.
  27. ὦ Μανία ξύλλαβε.
  28. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
  29. ἐμαυτῆς ἔργοισι,
  30. λίνου μεστὸν ἄτρακτον
  31. εἱειειειλίσσουσα χεροῖν
  32. κλωστῆρα ποιοῦσʼ, ὅπως
  33. κνεφαῖος εἰς ἀγορὰν
  34. φέρουσʼ ἀποδοίμαν·
  35. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  36. κουφοτάταις πτερύγων ἀκμαῖς·