Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
- πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
- ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
- ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
- λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
- οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
- σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
- θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
- ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
- λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
- αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου,
- πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.
- αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
- ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
- κύμασι στωμύλλετε,
- τέγγουσαι νοτίοις πτερῶν
- ῥανίσι χρόα δροσιζόμεναι·
- αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας