Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
  2. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
  1. ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
  2. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
  3. ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης
  1. μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
  2. ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος
  1. ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης
  1. ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
  2. τοφλαττοθρατ τοφλαττοθρατ,
  3. Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
  4. τοφλαττοθρατ τοφλαττοθρατ,
  5. σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
  6. τοφλαττοθρατ τοφλαττοθρατ,
  7. κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
  8. τοφλαττοθρατ τοφλαττοθρατ,
  9. τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
  10. τοφλαττοθρατ τοφλαττοθρατ.