Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
- ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
- ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
- ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
- ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
- μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
- ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
- ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
- ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
- τοφλαττοθρατ τοφλαττοθρατ,
- Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
- τοφλαττοθρατ τοφλαττοθρατ,
- σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
- τοφλαττοθρατ τοφλαττοθρατ,
- κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
- τοφλαττοθρατ τοφλαττοθρατ,
- τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
- τοφλαττοθρατ τοφλαττοθρατ.
- τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ
- πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
- ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
- ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ