Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
  2. ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
  3. εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
  4. ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
  5. καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
  6. εἶτʼ ἐξετύφλωσεν αὑτόν.
Διόνυσος
  1. εὐδαίμων ἄρʼ ἦν,
  2. εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
Εὐριπίδης
  1. ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αἰσχύλος
  1. καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
  2. τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
  3. ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
Εὐριπίδης
  1. ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
Αἰσχύλος
  1. ἑνὸς μόνου.
  2. ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,
  3. καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
  4. ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.
Εὐριπίδης
  1. ἰδού, σὺ δείξεις;
Αἰσχύλος
  1. φημί.
Διόνυσος
  1. καὶ δὴ χρὴ λέγειν.
Εὐριπίδης
  1. Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
  2. ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
  3. Ἄργος κατασχών—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;