Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
- εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
- πέραινε τοίνυν ἕτερον.
- ἴθι πέραινε σὺ
- Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
- τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
- κλύειν ἀκοῦσαι.
- τοῦθʼ ἕτερον αὖθις λέγει,
- κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
- τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
- οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
- σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
- ἐγὼ φράσω.
- κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
- ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
- ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
- τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
- ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—
- μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
- ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
- ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·
- πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
- εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.
- μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
- πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον