Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
Αἰσχύλος
  1. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
  2. κλύειν ἀκοῦσαι.
Εὐριπίδης
  1. τοῦθʼ ἕτερον αὖθις λέγει,
  2. κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
Διόνυσος
  1. τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
  2. οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αἰσχύλος
  1. σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;