Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
  2. φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
Διόνυσος
  1. εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
Εὐριπίδης
  1. οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
  2. λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος
  1. εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
Εὐριπίδης
  1. πέραινε τοίνυν ἕτερον.
Διόνυσος
  1. ἴθι πέραινε σὺ