Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
  2. λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος
  1. εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
Εὐριπίδης
  1. πέραινε τοίνυν ἕτερον.
Διόνυσος
  1. ἴθι πέραινε σὺ
  2. Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
Αἰσχύλος
  1. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
  2. κλύειν ἀκοῦσαι.
Εὐριπίδης
  1. τοῦθʼ ἕτερον αὖθις λέγει,
  2. κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
Διόνυσος
  1. τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
  2. οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αἰσχύλος
  1. σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
Εὐριπίδης
  1. ἐγὼ φράσω.
  2. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
  3. ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος
  1. ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
  2. τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης
  1. ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—
Αἰσχύλος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
  2. ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη