Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
- εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
- οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
- Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
- λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
- σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
- ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—
- δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
- πῶς δίς;
- σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
- ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·
- ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
- νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,
- χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.
- οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε
- ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.
- πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;
- ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·
- χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
- φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
- εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;