Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
- ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
- πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
- ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
- καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
- ὃν χρῆν φράζειν ἀνθρωπείως;
- ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
- μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
- κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
- καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
- ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
- τί δράσας;