Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
  2. οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
Εὐριπίδης
  1. μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη.
Αἰσχύλος
  1. ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
  2. ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.
Διόνυσος
  1. νὴ τὸν Δία τοῦτό γέ τοι δή.
  2. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Εὐριπίδης
  1. καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
Αἰσχύλος
  1. ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
  2. κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
Εὐριπίδης
  1. πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αἰσχύλος
  1. μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,