Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
  2. νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διόνυσος
  1. ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†
  2. ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
Αἰσχύλος
  1. ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς
  2. ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
  3. Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
  4. Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
  5. γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
  6. ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,