Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
Εὐριπίδης
  1. καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Διόνυσος
  1. Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
Αἰσχύλος
  1. δρᾶμα ποιήσας Ἄρεως μεστόν.
Διόνυσος
  1. ποῖον;
Αἰσχύλος
  1. τοὺς ἕπτʼ ἐπὶ Θήβας·
  2. ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διόνυσος
  1. τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
  2. ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.
Αἰσχύλος
  1. ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.