Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
  2. ἀρετὴ φρόνιμος.
Χορὸς Γυναικῶν
  1. ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
  2. χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Λυσιστράτη
  1. ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
  2. ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
  3. κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
  4. οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Πρόβουλος
  1. τί ποιησάσας;
Λυσιστράτη
  1. ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
  2. ἀγοράζοντας καὶ μαινομένους.
Γυνὴ Α.
  1. νὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστράτη
  1. νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
  2. περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Πρόβουλος
  1. νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
Λυσιστράτη
  1. καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
  2. ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
Γυνὴ Β.
  1. νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
  2. ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
  3. ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,