Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
- ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
- σιώπα.
- σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
- περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
- ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
- παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
- ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
- κᾆτα σιώπα
- καὶ τοῦτον τὸν καλαθίσκον.
- κᾆτα ξαίνειν ξυζωσάμενος
- κυάμους τρώγων·
- πόλεμος δὲ γυναιξὶ μελήσει.
- αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
- ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
- ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
- †οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
- ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
- μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
- ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,