Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
  2. ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
  3. τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
  4. ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
  5. μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
Χορὸς γερόντων
  1. ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ
  2. λοιπόν ἐστι χωρίον
  3. τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω·
  4. χὤπως ποτʼ ἐξαμπρεύσομεν
  5. τοῦτʼ ἄνευ κανθηλίου.
  6. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·
  7. ἀλλʼ ὅμως βαδιστέον,
  8. καὶ τὸ πῦρ φυσητέον,
  9. μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
  10. φῦ φῦ.
  11. ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Χορὸς γερόντων
  1. ὡς δεινὸν ὦναξ Ἡράκλεις
  2. προσπεσόν μʼ ἐκ τῆς χύτρας
  3. ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
  4. κἄστιν γε Λήμνιον τὸ πῦρ