Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι
- γυναῖκας, ἃς ἐβόσκομεν
- κατʼ οἶκον ἐμφανὲς κακόν,
- κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
- κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν
- μοχλοῖς δὲ καὶ κλῄθροισι
- τὰ προπύλαια πακτοῦν;
- ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
- ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
- ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
- μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
- πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
- οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
- ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
- ἀπῆθεν ἀψάλακτος, ἀλλʼ
- ὅμως Λακωνικὸν πνέων
- ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
- σμικρὸν ἔχων πάνυ τριβώνιον,
- πινῶν ῥυπῶν ἀπαράτιλτος,
- ἓξ ἐτῶν ἄλουτος.