Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
Πισθέταιρος
  1. ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
Ποιητής
  1. νομάδεσσι γὰρ ἐν Σκύθαις
  2. ἀλᾶται Στράτων,
  3. ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·
  4. ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
  5. ξύνες ὅ τοι λέγω.
Πισθέταιρος
  1. ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
  2. ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
  3. ἄπελθε τουτονὶ λαβών.
Ποιητής
  1. ἀπέρχομαι,
  2. κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·
  3. κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·
  4. νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
Πισθέταιρος
  1. νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ
  2. τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
  3. τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,
  4. οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
  5. αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
  6. εὐφημία ʼστω.