Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
- καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
- ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου;
- πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.
- οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
- καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;
- ἀλλά τις ὠκεῖα Μουσάων φάτις
- οἷάπερ ἵππων ἀμαρυγά.
- σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
- ζαθέων ἱερῶν ὁμώνυμε,
- δὸς ἐμὶν ὅ τι περ
- τεᾷ κεφαλᾷ θέλῃς
- πρόφρων δόμεν ἐμὶν τείν.
- τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
- εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
- οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,
- ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
- ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.
- τόδε μὲν οὐκ ἀέκουσα φίλα
- Μοῦσα δῶρον δέχεται·