Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
Ἱερεύς
  1. δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;
  2. εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —
Πισθέταιρος
  1. ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.
Ἱερεύς
  1. καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —
Πισθέταιρος
  1. οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.
Ἱερεύς
  1. καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
Πισθέταιρος
  1. δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
Ἱερεύς
  1. διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
Πισθέταιρος
  1. Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
Ἱερεύς
  1. καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ
  2. πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι
  3. καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ
  4. καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
Πισθέταιρος
  1. παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
  2. ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς
  3. ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
  4. ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;
  5. ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
  6. ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.