Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
  2. κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
  3. ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,
  4. κἀκεῖθεν αὖθις παρʼ ἐμέ.
Ἐυελπίδης
  1. σὺ δέ γʼ αὐτοῦ μένων
  2. οἴμωζε παρʼ ἔμʼ.
Πισθέταιρος
  1. ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.
  2. οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.
  3. ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
  4. τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
  5. παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
Ἱερεύς
  1. ὁμορροθῶ, συνθέλω,
  2. συμπαραινέσας ἔχω
  3. προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
  4. ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
  5. ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
  6. συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
Πισθέταιρος
  1. παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
  2. τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν
  3. οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.