Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀναθεὶς γὰρ ἐγώ σοι
  2. τὰ νεοττία κἀμαυτὸν οἰκήσω.
Χορός
  1. ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
  2. εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
Πισθέταιρος
  1. καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
  2. κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
  3. περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
Ἔποψ
  1. ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
Πισθέταιρος
  1. κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·
  2. κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ,
  3. ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
  4. διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
  5. ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
  6. καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν
  7. σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.
  8. τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
  9. ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,
  10. κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως
  11. τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον·
  12. ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν·