Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς
  2. ἵστησι βρόχους παγίδας ῥάβδους
  3. ἕρκη νεφέλας δίκτυα πηκτάς·
  4. εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους·
  5. οἱ δʼ ὠνοῦνται βλιμάζοντες·
  6. κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,
  7. ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς,
  8. ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον
  9. σίλφιον ὄξος καὶ τρίψαντες
  10. κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν,
  11. κἄπειτα κατεσκέδασαν θερμὸν
  12. τοῦτο καθʼ ὑμῶν
  13. αὐτῶν ὥσπερ κενεβρείων.
Χορός
  1. πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους
  2. ἤνεγκας ἄνθρωφʼ. ὡς ἐδάκρυσά γʼ ἐμῶν
  3. πατέρων κάκην, οἳ
  4. τάσδε τὰς τιμὰς προγόνων παραδόντων
  5. ἐπʼ ἐμοῦ κατέλυσαν.
  6. σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν
  7. ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.