Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
  2. ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·
  3. κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία·
  4. εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.
  5. ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ
  6. πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.