Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
  2. ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
  3. ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
  4. σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ
  5. ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς
  6. ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι·