Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.
Ἔποψ
  1. ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;
Ἐυελπίδης
  1. ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·
  2. ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
  3. λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου
  4. ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
  5. λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·
  6. καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,
  7. μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.
Ἔποψ
  1. νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
  2. τί δαὶ σύ;
Πισθέταιρος
  1. τοιούτων ἐρῶ κἀγώ.
Ἔποψ
  1. τίνων;
Πισθέταιρος
  1. ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
  2. ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·
  3. καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη
  4. εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον
  5. οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
  6. οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.
Ἔποψ
  1. ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.