Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀπηλιαστά.
Ἔποψ
  1. σπείρεται γὰρ τοῦτʼ ἐκεῖ
  2. τὸ σπέρμʼ;
Ἐυελπίδης
  1. ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
Ἔποψ
  1. πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;
Ἐυελπίδης
  1. σοὶ ξυγγενέσθαι βουλομένω.
Ἔποψ
  1. τίνος πέρι;
Ἐυελπίδης
  1. ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,
  2. κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
  3. κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·
  4. εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
  5. καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
  6. καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·
  7. ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,
  8. εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
  9. ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
Ἔποψ
  1. ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
Ἐυελπίδης
  1. μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
Ἔποψ
  1. ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
Ἐυελπίδης
  1. ἐγώ;