Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται
- κατὰ τὴν στήλην —
- οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;
- ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
- ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
- μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
- αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;
- ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ
- θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
- ἤδη ʼμοὶ τῷ παντόπτᾳ
- καὶ παντάρχᾳ θνητοὶ πάντες
- θύσουσʼ εὐκταίαις εὐχαῖς.
- πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
- σῴζω δʼ εὐθαλεῖς καρποὺς
- κτείνων παμφύλων γένναν
- θηρῶν, ἂ πάντʼ ἐν γαίᾳ
- ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις
- δένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται·
- κτείνω δʼ οἳ κήπους εὐώδεις
- φθείρουσιν λύμαις ἐχθίσταις,