Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί.
Ἐπίσκοπος
  1. τουτὶ τί ἦν;
Πισθέταιρος
  1. ἐκκλησία περὶ Φαρνάκου.
Ἐπίσκοπος
  1. μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
Πισθέταιρος
  1. οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
  2. οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους
  3. ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
Ψηφισματοπώλης
  1. ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —
Πισθέταιρος
  1. τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
Ψηφισματοπώλης
  1. ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
  2. ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.
Πισθέταιρος
  1. τὸ τί;
Ψηφισματοπώλης
  1. χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ
  2. σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
Πισθέταιρος
  1. σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
Ψηφισματοπώλης
  1. οὗτος τί πάσχεις;
Πισθέταιρος
  1. οὐκ ἀποίσεις τοὺς νόμους;
  2. πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
Ἐπίσκοπος
  1. καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
Πισθέταιρος
  1. ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;