Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
- μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
- ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
- ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
- ὦ δέσποθʼ ἥκεις;
- ὡς ἐγὼ ʼπυθόμην τινός.
- τί δʼ ἔπαθες;
- ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
- διεληλυθώς.
- ἴθι νυν κάτειπέ μοι—