Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μηδὲ Μελάνθιος, οὗ δὴ
- πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ
- ἡνίκα τῶν τραγῳδῶν
- τὸν χορὸν εἶχον ἁδελφός
- τε και αὐτός, ἄμφω
- Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,
- γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι·
- ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
- Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
- ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.