Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὢ ὤ,
  2. οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
Τρυγαῖος
  1. τὰ τί;
Ἑρμῆς
  1. πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
  2. πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
Τρυγαῖος
  1. εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
Ἑρμῆς
  1. τὸ τί;
Τρυγαῖος
  1. ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ἑρμῆς
  1. Σιμωνίδης; πῶς;
Τρυγαῖος
  1. ὅτι γέρων ὢν καὶ σαπρὸς