Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
Τρυγαῖος
  1. ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
  2. ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
  3. τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
Ἑρμῆς
  1. πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
Τρυγαῖος
  1. εὐβουλότεροι γενησόμεθα.
Ἑρμῆς
  1. τρόπῳ τίνι;
Τρυγαῖος
  1. ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
  2. ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
  3. νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.