Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,
  2. ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
Τρυγαῖος
  1. νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,
  2. ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
  3. εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,
  4. ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Ἑρμῆς
  1. ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
  2. καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
Τρυγαῖος
  1. νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
  2. αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.