Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
  2. καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ἑρμῆς
  1. ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
Τρυγαῖος
  1. ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
  2. τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
Τρυγαῖος
  1. ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
  2. ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
  3. ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
Χορός
  1. ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
  2. ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,