Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις
Χορός
  1. πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
Τρυγαῖος
  1. κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
  2. ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
Χορός
  1. ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαῖος
  1. κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
  2. ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
Χορός
  1. ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
Τρυγαῖος
  1. ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
Χορός
  1. ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.