Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
  2. Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
  3. χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
  4. τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
Χορός
  1. μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
  2. ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
Τρυγαῖος
  1. ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορός
  1. μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
  2. ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Τρυγαῖος
  1. κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ